Ancient Greek
P.Oxy. 67 4608
Documentary Papyri, P.Oxy. 67 4608
Not analysed yet
ὑπατείας Κλαυδίου Μαμερτίνου καὶ Φλαουίου Νεβιέττα τῶν λαμπροτάτων. Γαίῳ Ἰουλίῳ Λευκαδίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Πέτρου Ἀγαθίνου καὶ Ἀμμωνίου Ἀπίωνος καὶ …καὶ Σαραπίωνος Πλουτάρχου καὶ Δωροθέου Ἀρσινόου τῶν πάντων βουλευτῶν τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμελητῶν κριθῆς Ἀλεξανδρείας. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ αἰωνίου Αὐγούστου παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ ὑποτεταγμένον πλοῖον ἀπὸ γενήματος τῆς ϛ ἰνδικτίονος κριθῆς νέας καθαρᾶς ἀδόλου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκυίας μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευσθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας ψα, τὸν δὲ γόμον κατενεγκοῦμεν ἐπὶ τὴν λαμπροτάτην Ἀλεξανδρ… καὶ τῆς παραδόσεως ἄποχα γράμματα ἐπενεγκεῖν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ. εἰς πλοῖον ἰδιωτικὸν ……ν… κυβερνήτου τοῦ αὐτοῦ ……αἱ προκείμεναι τῆς κριθῆς ἀρτάβαι ψα οὗ ἐγγυητὴς …Αὐρήλιος Σαραπίων Πλουτάρχου συμπαρείληφα… …ἑπτακοσίας μίαν καὶ …ἀρτάβαι ψα ὧν πολιτῶν ἀρτάβη α κωμητῶν ἀρτάβαι ψ