Ancient Greek
P.Oxy. 67 4610
Documentary Papyri, P.Oxy. 67 4610
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαουίου Σαλλουστίου τοῦ λαμπροτάτου ἐπάρχου τοῦ ἱεροῦ πραιτωρίου, Παῦνι ιθ. Γαίῳ Ἰουλίῳ Λευκαδίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Γενναδίου υἱοῦ Ἰουλιανοῦ ἀπὸ λογιστῶν …καὶ Ἱέρακος ἀδελφοῦ καὶ Σερήνου Εὐσεβίου καὶ Α… τῶν πάντων βουλευτῶν τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμελητῶν κριθῶν Ἀλεξανδρείας . ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τοῦ δεσπότου ἡμῶν Ἰουλιανοῦ αἰωνίου Αὐγούστου παρειληφέναι παρὰ τῶν ἑξῆς ἐγγεγραμμένων καὶ ἐμβεβλῆσθαι εἰς τὸ ὑποτεταγμένον πλοῖον ἀπὸ γενήματος τῆς …ἰνδικτίονος κριθῆς νέας καθαρᾶς ἀδόλου καὶ ἀβρόχου καὶ ἐκτὸς πάσης αἰτίας καθεστηκυίας μέτρῳ δημοσίῳ μετρήσει τῇ κελευθείσῃ ἐπὶ τὸ αὐτὸ ἀρτάβας Γτ τὸν δὲ γόμον κατενεγκοῦμεν ἐπὶ …καὶ παραδώσομεν εἰς τοὺς ἐκεῖσε δημοσίους θησαυροὺς ἀριθμῷ πλήρης καὶ τῆς παραδόσεως ἄποχα γράμματα ἐπενεγκεῖν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ. …εἰς πλοῖον ἰδιωτικὸν …ους ἐπιτρόπου Ἑπτανομίας …ἀπὸ τοῦ Ὀξυρυγχίτου αἱ προκείμεναι τῶν κριθῶν ἀρτάβαι Γτ οὗ ἐγγυητὴς …Αὐρήλιος Γεννάδιος Ἰουλιανοῦ παρείληφα ἅμα τοῖς κοινωνοῖς ……ια…ς καὶ παραδώσω ὡς πρόκειται ……παραδώσω ὡς πρόκειται.