Ancient Greek
P.Oxy. 67 4613
Documentary Papyri, P.Oxy. 67 4613
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Ἰοουιανοῦ αἰωνίου Αὐγούστου …Γαΐῳ Ἰουλίῳ Λευκαδίῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Αὐρηλίων Γενναδίου Ἰουλιανοῦ καὶ Σερήνου Εὐσεβίου καὶ ……ς καὶ Σαραπίωνος Πλουτάρχου καὶ Τιμαγένους Σερήνου τῶν πάντων βουλευτῶν τῆς Ὀξυρυγχιτῶν πόλεως ἐπιμελητῶν κριθῶν Ἀλεξανδρείας. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τοῦ δεσπότου ἡμῶν Ἰοουιανοῦ αἰωνίου Αὐγούστου παρειληφέναι παρὰ τῶν ἑξῆς ἐγγεγραμμένων καὶ ἐμβεβλῆσθαι εἰς τὸ ὑποτεταγμένον πλοῖον ἀπὸ γενήματος τῆς εὐτυχοῦς ζ ἰνδικτίωνος ……παραδοθείσας τοῖς κατὰ Ἀλεξάνδρειαν ……καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ. …εἰς πλοῖον ἰδιωτικὸν Θέωνος Εὐσεβίου βουλευτοῦ ……ἀπὸ τοῦ Ὀξυρυγχίτου αἱ προκείμεναι τῶν κριθῶν ἀρτάβαι …οὗ ἐγγυητὴς ὁ προκείμενος Θέων Εὐσεβίου βουλευτής …Αὐρήλιος Σερῆνος Εὐσεβίου παρείληφα ……ακοσίας πεντήκοντα μόνας καὶ παραδώσω …Αὐρήλιος Σαραπίων συμπαρείληφα …ὡς πρόκειται. κριθῶν ζ ἰνδικτίονος