Ancient Greek
P.Oxy. 67 4615
Documentary Papyri, P.Oxy. 67 4615
Not analysed yet
χμγ ὑπατείᾳ Φλαουΐων Σαβινιανοῦ καὶ Θεοδώρου τῶν ἐνδοξοτάτων Θὼθ ϛ ἰνδικτίωνος ιδ. Φλαουΐῳ Στρατηγίῳ τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδοξοτάτῳ κόμετι τῶν καθωσιωμένων δομεστικῶν υἱῷ τοῦ τὰ πάντα πανευφήμου καὶ ὑπερφυεστάτου ἀπὸ ὑπάτων καὶ ἐπάρχων …υ Ἀπίωνος γεουχοῦντι ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει. Αὐρήλιος …ος υἱὸς Πατενυφίου μητρὸς Θεοδοσίας ἐναπόγραφος γεωργὸς τῆς ὑμῶν μεγαλοπρεπείας ὁρμώμενος ἐκ τοῦ αὐτῆς κτήματος καλουμένου Μονίμου τοῦ Ὀξυρυγχίτου νομοῦ χαίρειν. ὁμολογῶ παρειληφέναι παρὰ τῆς ὑμῶν μεγαλοπρεπείας καὶ μεμισθῶσθαι ἀπὸ τοῦ ἐνεστῶτος ἔτους ρπβ ρνα τῆς παρούσης τεσσαρεσκαιδεκάτης ἰνδικτίονος σπορᾶς καὶ συγκομιδῆς καρπῶν τῆς σὺν θεῷ πεντεκαιδεκάτης ἐπινεμήσεως ἀπὸ τῶν ὑπαρχόντων τῇ ὑμῶν μεγαλοπρεπείᾳ διακειμένων ἐν πεδίοις τοῦ ἡμετέρου κτήματος …ης…νω…