Ancient Greek
P.Oxy. 68 4694
Documentary Papyri, P.Oxy. 68 4694
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουΐου Λέοντος τοῦ αἰωνίου Αὐγούστου τὸ γ καὶ τοῦ δηλωθησομένου, Χοιὰκ ιη, ε ἰνδικτίωνος. Φλαουΐῳ Εὐλογίῳ τῷ καθωσιωμένῳ παλατίνῳ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Ὡρίωνος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως …β… θυγάτηρ Κύρου ἀπὸ τῆς αὐτῆς πόλεως. ἑκουσίως ἐπιδέχομαι μισθώσασθαι ἀπὸ τοῦ εἰσιόντος μηνὸς Τῦβι τοῦ ἐνεστῶτος ἔτους ρμγ ριβ τῆς ε ἰνδικτίωνος ἀπὸ τῶν ὑπαρχόντων τῇ σῇ εὐγενείᾳ διακειμένων ἐπὶ τῆσδε τῆς πόλεως ἐπʼ ἀμφόδου …ὁλόκληρον οἰκίαν σὺν χρηστηρίοις καὶ δικαίοις πᾶσι καὶ τελέσω ὑπὲρ ἐνοικίου ἐνιαυσίως χρυσοῦ νομισμάτιον ἓν ἥμισυ, γίνεται χρυσοῦ νομισμάτιον α 𐅵,ὅπερ ἀποδώσω κατʼ ἔτος διʼ ἑξαμήνου τὸ ἥμισυ …