Ancient Greek
P.Oxy. 68 4704
Documentary Papyri, P.Oxy. 68 4704
Not analysed yet
ἐδόθησαν διὰ Σεργίου προνοητοῦ Παρθενιάδος Ἰακὼβ καὶ Φοιβάμμωνι ποταμίταις ἐργαζομένοις εἰς τὰ νεόφυτα χωρία Ἔξω τῆς Πύλης λόγῳ μισθοῦ ἐπὶ μηνὸς Θὼθ ἰνδικτίωνος ιε ἀπὸ παλαιοῦ γενήματος σίτου καγκέλλῳ ἀρτάβαι δεκαέξ, γίνονται σίτου καγκέλλῳ ἀρτάβαι ιϛ μόναι. ἔτους τγ καὶ σοβ μηνὸς Θὼθ ἰνδικτίωνος ιε. πιττάκιον τῶν ποταμιτῶν ιε ἰνδικτίωνος σίτου ἀρτάβαι ιϛ.