Ancient Greek
P.Oxy. 69 4739
Documentary Papyri, P.Oxy. 69 4739
Not analysed yet
ἐμίσθωσεν Εὐδαίμων Εὐδαίμονος ἀπʼ Ὀξυρύγχων πόλεως Διονυσίῳ Διονυσίου μητρὸς Θαήσιος ἀπὸ τοῦ περὶ Πέλα Ληνῶνος Πέρσῃ τῆς ἐπιγονῆς εἰς ἔτη ἓξ ἀπὸ τοῦ εἰσιόντος δωδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τὰς ὑπαρχούσας αὐτῷ περὶ Πάειμιν ἀρούρας δέκα ἥμισυ τρίτον, μηδεμιᾶς γεωμετρίας γινομένης, ὥστε κατ’ ἔτος τὸ μὲν ἥμισυ σπεῖραι πυρῷ, τὸ δὲ ἕτερον ἥμισυ ξυλαμῆσαι χλωροῖς εἰς βρῶσιν, ἐκφορίου ἀποτάκτου τῶν ὅλων ἀρουρῶν κατʼ ἔτος πυροῦ ἀρταβῶν ἐνενήκοντα μιᾶς ἀκινδύνων παντὸς κινδύνου· ἐὰν δέ τις ἄβροχος γένηται, παραδεχθήσεται τῷ μεμισθωμένῳ, τῶν τῆς γῆς κατ’ ἔτος δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα, ὃν καὶ κυριεύειν τῶν καρπῶν ἕως τὰ ἑαυτοῦ κομίσηται. βεβαιουμένης δὲ τῆς μισθώσεως ἀποδότω ὁ μεμισθωμένος τῷ μεμισθωκότι τὸ κατ’ ἔτος ἀπότακτον ἀεὶ μηνὶ Παῦνι ἐφ’ ἅλω Ληνῶνος πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δημόσιον μετρούμενον μέτρῳ ἡμιαρταβίῳ Διογένους Ἀλεξάνδρου ἀπὸ Πέλα ἢ ἀποτισάτω ὃ ἐάν προσοφειλέσῃ μεθ’ ἡμιολίας, καὶ ἡ πρᾶξις ἔστω τῷ μεμισθωκότι ἔκ τε τοῦ μεμισθωμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων, οὐκ ἐξόντος τῷ μεμισθωκότι ὑπερβόλιον …νειν οὐδὲ ἑτέροις μεταμισθοῦν οὐδὲ αὐτουργεῖν ἐντὸς τοῦ χρόνου. κυρία ἡ μίσθωσις. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ Μεσορὴ κβ. Διονύσιος Διονυσίου μεμίσθωμαι …