Ancient Greek
P.Oxy. 69 4748
Documentary Papyri, P.Oxy. 69 4748
Not analysed yet
ἐπὶ ὑπάτων τῶν κυρίων ἡμῶν Σευήρου Σεβαστοῦ καὶ Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος. Αὐρήλιος Ὠφέλιος Παύλου μητρὸς Τισάιτος ἀπὸ κώμης Ἰσιείου Κάτω τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Θεοδώρῳ Ἁρποκρατίωνος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παραδεδωκέναι σοι ἐπʼ ἀγορᾶς τοῦ Ἄνω Κυνοπολίτου ὄνον ἄρρενα ἄβολον λευκόχρωμον, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης ἀργυρίου Σεβαστῶν νομίσματος ταλάντων ε δραχμῶν Ἀ, ἅπερ αὐτόθι ἀπέσχον παρὰ σοῦ διὰ χειρὸς ἐκ πλήρους, τῆς βεβαιώσεως πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῷ πεπρακότι διὰ παντὸς καὶ ἀπὸ παντὸς τοῦ ἐπελευσομένου, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. κυρία ἡ πρᾶσις. ἔτους ιε καὶ ἔτους γ καὶ ἔτους α τῶν κυρίων ἡμῶν Μαξιμιανοῦ καὶ Σεουήρου Σεβαστῶν καὶ Μαξιμίνου καὶ Κωνσταντίνου τῶν ἐπιφανεστάτων Καισάρων, Μεχεὶρ ιη. Αὐρήλιος Ὠφέλιος πέπρακα τὸν ὄνον καὶ ἀπέσχον τὴν τιμὴν πλήρη ὡς πρόκειται. Αὐρήλιος Ἡρακλῆς …ητο… ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος.