Ancient Greek
P.Oxy. 7 1021
Documentary Papyri, P.Oxy. 7 1021
Not analysed yet
ὁ μὲν ὀφειλόμενος τοῖς προγόνοις καὶ ἐνφανὴς θεὸς Καῖσαρ εἰς αὐτοὺς κεχώρηκε, ὁ δὲ τῆς οἰκουμένης καὶ προσδοκηθεὶς καὶ ἐλπισθεὶς Αὐτοκράτωρ ἀποδέδεικται, ἀγαθὸς δαίμων δὲ τῆς οἰκουμένης ἀρχὴ ὤν τε πάντων ἀγαθῶν Νέρων Καῖσαρ ἀποδέδεικται. διὸ πάντες ὀφείλομεν στεφανηφοροῦντες καὶ βουθυτοῦντες θεοῖς πᾶσι εἰδέναι χάριτας. ἔτους α Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ μηνὸς Νέου Σεβαστοῦ κα.