Ancient Greek
P.Oxy. 7 1029
Documentary Papyri, P.Oxy. 7 1029
Not analysed yet
Κλαυδίῳ Μενάνδρῳ βασιλικῷ γραμματεῖ παρὰ Τεῶτος νεωτέρου Ὀννώφριος τοῦ Τεῶτος μητρὸς Τασεῦτος καὶ Ἀσκλᾶτος Ὀννώφριος τοῦ Ὀσμόλχιος μητρὸς Τεσαύριος ἀμφοτέρων ἀπʼ Ὀξυρύγχων πόλεως ἱερογλύφων τῶν κεχειρισμένων ὑπὸ τῶν συνιερογλύφων· γραφὴ ἡμῶν τε καὶ τῶν αὐτῶν συνιερογλύφων τοῦ ἐνεστῶτος ἑνδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου. ὧν εἶναι· Δεκάτης· Τεῶς Ὀννώφριος ὁ προγεγραμμένος, Ὀννῶφρις ἀδελφός, Ἀσκλᾶς Ὀννώφρις ὁ προγεγραμμένος, Ὀσμόλχις ἀδελφὸς ὢν καὶ ἱερογλύφος Ὀσείριος θεοῦ μεγίστου. —Ἄπιδος δρόμου Θοήριδος· Πτολεμαῖς Πετοσοράπιος τοῦ Πετοσοράπιος. γίνονται ἄνδρες ε. καὶ ὀμνύομεν Αὐτοκράτορα Καίσαρα Νέρουαν Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην γραφὴν καὶ πλείω τούτων μὴ εἶναι μηδὲ ἔχειν μαθητὰς ἢ ἐπιξένους χρωμένους τῇ τέχνῃ εἰς τὴν ἐνεστῶσαν ἡμέραν, ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους ια Αὐτοκράτορος Καίσαρος Νερούα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι κθ.