Ancient Greek
P.Oxy. 7 1034 Ro
Documentary Papyri, P.Oxy. 7 1034
Not analysed yet
κληρονόμους καταλείπω τὴν θυγατέρα μου τινὰ καὶ τὸν σύντροφον αὐτῆς τινὰ καί τινα, τὸν μέν τινα ἧς προϋπήλλαξα πρὸς τὴν ἐπενεχθεῖσαν αὐτῷ ἐπὶ τῇ γυναικὶ αὐτοῦ κειμένην αὐτοῖς γαμικὴν συνγραφὴν ἐπʼ ἀμφόδου οἰκίας καὶ αὐλῆς, τὴν δὲ θυγατέρα μου καὶ τὸν σύντροφον αὐτῆς κοινῶς ἐξ ἴσου ὧν ἔχω οἰκιῶν δύο ……τῆς μὲν ἐπʼ ἀμφόδου …ου τῆς δὲ ἑτέρας ἐπʼ ἀμφόδου καὶ …ω …λῆμμα παρὰ Ζωίλου· εἶναι μεθʼ ἃς ἔδωκεν τῷ Μεσορὴ τοῦ διελθόντος ἔτους ἀπὸ κεφαλαίου δραχμὰς φ εἰς πλήρωσιν τοῦ κεφαλαίου δραχμῶν Β ὡς ἔδοξε τῷ κοινῷ ἐστάθη ἐπὶ διαλύσει τῶν προοφειλομένων ὑπʼ αὐτοῦ εἰς Πότου Σισοιτου κεφαλαίου δραχμὰς Αφ, καὶ ἀνεδόθη αὐτῷ εἰς ἀκύρωσιν τὰ χειρόγραφα ἐπὶ τῷ αὐτὸν συντελέσαι κατὰ μῆνα πυροῦ ἀρτάβας ιε λῆμμα παρὰ Ζωίλου· …