Ancient Greek
P.Oxy. 7 1049
Documentary Papyri, P.Oxy. 7 1049
Not analysed yet
λόγος μεταφορᾶς χόρτου μετανελθόντος εἰς τὴν ἅλω τῆς Ὤφεως Παχών. ιη. ὄνοι θ φοραὶ η, γίνονται μανδάκαι οβ ἐξ ἀγκαλῶν μγ, ἀγώγια κδ. μισθὸς ὄνοις θ ἐκ δραχμῶν β δραχμαὶ ιη, ὀνηλάταις ὁμοίως γ ἐκ δραχμῆς α πεντωβόλου δραχμαὶ ε ὀβολὸς, ἄλλῳ α ὀνηλάτῃ ὁμοίως δραχμαὶ β τετρώβολον, ἄλλοις β ἐργάταις δεσμεύουσι μανδάκας δραχμαὶ γ τριώβολον. γίνονται δραχμαὶ κθ ὀβολὸς. ιθ. ὁμοίως ὄνοι ιβ φοραὶ η, γίνονται μανδάκαι ϙϛ, ἀγώγια λβ. μισθὸς ὄνοις ιβ ἐκ δραχμῶν β δραχμαὶ κδ, ὀνηλάταις ὁμοίως ϛ ἐκ δραχμῆς α πεντωβόλου δραχμαὶ ι διώβολον, ἄλλοις β ἐργάταις δεσμεύουσι μανδάκας δραχμαὶ γ τριώβολον. γίνονται δραχμαὶ λζ πεντώβολον. κ. ὁμοίως ὄνοι δ φοραὶ θ, γίνονται μανδάκαι λϛ, ἀγώγια ιγ. μισθὸς ὄνοις δ ἐκ δραχμῶν β δραχμαὶ η, ὀνηλάταις ὁμοίως β ἐκ δραχμῆς α πεντωβόλου δραχμαὶ γ τριώβολον, ἄλλῳ ἐργάτῃ α δεσμεύοντι μανδάκας δραχμὴ α πεντώβολον, γίνονται δραχμαὶ ιγ ὀβολὸς. κα. ὁμοίως ὄνοι ϛ φοραὶ η, γίνονται μανδάκαι μη, ἀγώγια ιϛ. μισθὸς ὄνοις ϛ ἐκ δραχμῶν β δραχμαὶ ιβ, ὀνηλάταις ὁμοίως γ ἐκ δραχμῆς α πεντωβόλου δραχμαὶ ε ὀβολὸς, ἄλλῳ ἐργάτῃ α δεσμεύοντι μανδάκας δραχμὴ α πεντώβολον. γίνονται δραχμαὶ ιθ. γίνονται ἐπὶ τὸ αὐτὸ ἀγώγια ηε δραχμαὶ ϙθ.