Ancient Greek
P.Oxy. 70 4775 Ro
Documentary Papyri, P.Oxy. 70 4775r
Not analysed yet
Αὐρήλιος Σερῆνος κοσμητ… βουλευτὴς τῆς Ὀξυρυγχιτῶν πόλεως κωμογραμματεῖ …καὶ ἄλλων κωμῶν τῆς ἄνω τοπαρχίας χαίρειν. ἐπισταλεὶς ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ Αὐρηλίου Ἁρποκρατίωνος …ποιήσασθαι ἰδιωτικῆς γῆς ἀρουρ …καὶ βασιλικῆς ἀρούρης α περὶ Ψῶβθιν τῆς σῆς κωμογραμματείας ἐκ τῶν …μάχου καὶ Θεοδώρου καὶ Διογένους ἐξ ἀξιώσεως Αὐρηλίου Σαραπίωνος γραμματέως Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας τῆς λαμπροτάτης ἀναγκαίως ἐπιστέλλω σοι ἐγγράφως μοι δηλῶσαι τοὺς ἐν τοῖς προκειμένοις κλήροις κτήτορας κεκτημένους καὶ τὴν ὑπόστασιν ἑκάστου, τήν τε εὐθ… καὶ τὸ προσάγγελμα ἐν ἑτοίμῳ ἔχοντι, πρὸς τὸ γινομένου τοῦ ἀφορισμοῦ μηδὲν ἐμποδὼν γενέσθαι. …ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Παχὼν …