Ancient Greek
P.Oxy. 70 4778
Documentary Papyri, P.Oxy. 70 4778
Not analysed yet
…Γεμινίωι Οὐαλεριανῷ τῷ κρατίστῳ πρὸς τῷ ἰδίῳ λόγωι …παρὰ Αὐρηλίου Σαραπίωνος τοῦ καὶ …γραμματέως πολιτικῶν τῆς Ὀξυρυγχιτῶν πόλεως. βούλομαι ὠνήσασθαι τῇ Ὀξυρυγχιτῶν πόλει ἀπὸ ἀπράτων τῆς σῆς ἐπιτροπῆς πρότερον Κλαυδίας Ἰσιδώρας τῆς καὶ Ἀπίας ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Πλατείας οἰκίαν ὑφʼ ἣν Θεσμοφόριον ὄντα ἐν ἱερῷ Δήμητρος θεᾶς μεγίστης, νυνὶ τῆς οἰκίας οὔσης ἀοικήτου διὰ τὸ ἐκ μέρους συνερευκέναι, ἧς γείτονες νότου ῥύμη καὶ ἐπί τι μέρος ἐκ τοῦ ἀπὸ λιβὸς ψιλὸς τόπος, βορρᾶ ἱερὸν Δήμητρος θεᾶς μεγίστης, ἀπηλιώτου στοὰ Πλατείας, λιβὸς ἱερὸν Διὸς καὶ ἐπί τι μέρος ἱερὸν Δήμητρος, προσφέρων ἐκ τοῦ τῆς πόλεως λόγου α… συναγομεν…ης τελουμένης …ἐν δραχμαῖς ἑξήκοντα, ἀντὶ τῶν τῆς συντιμήσεως δραχμῶν ἑπτακοσίων πεντήκοντα ὅλας δραχμὰς χιλίας …κοσίας· ἥνπερ κυρωθεὶς διαγράψω ἐπὶ τὴν δημοσίαν τράπεζαν εἰς τὸν τῆς ἐπιτροπῆς λόγον ἐφʼ ᾧτε μένειν τῇ Ὀξυρυγχιτῶν πόλει εἰς τὸν ἀεὶ χρόνον τὴν τούτων κράτησιν καὶ κυρίαν ἀναφαίρετον καὶ ἐξέστω αὐτῇ χρῆσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν ὡς ἐὰν βούληται. ἐὰν δὲ μὴ κυρωθῶ οὐ κατασχεθήσομαι τῇδε τῇ ὑποσχέσει. διευτύχει.