Ancient Greek
P.Oxy. 70 4782
Documentary Papyri, P.Oxy. 70 4782
Not analysed yet
……τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος γεωργός. χρείας καὶ νῦν γεναμένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην …ν τοῦ ἐκεῖσε …ἀντλοῦσαν εἰς …πωμάριον ἄξονος ἑνός, ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφύειαν διὰ τῶν …αὐτῇ προσηκόντων ὥστε κελεῦσαί μοι αὐτὸν παρασχεθῆναι. καὶ εὐθέως ἡ ὑμῶν ὑπερφύεια φροντίδα ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τὸν αὐτὸν ἄξονα παρέσχετό μοι ἐκ τῶν ἐνεχθέντων νέων ἀπὸ τῆς μεγαλοπόλεως Ἀλεξανδρείας, ὅντινα καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ, ἥτις ἐστὶν Τῦβι …τοῦ ἐνεστῶτος ἔτους σδ ρογ τῆς …