Ancient Greek
P.Oxy. 70 4791
Documentary Papyri, P.Oxy. 70 4791
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ιγ, ὑπατείας τῆς αὐτῶν γαληνότητος τὸ β, καὶ Φλαουΐου Τιβερίου τοῦ καὶ Νέου Κωνσταντίνου τοῦ εὐτυχεστάτου ἡμῶν Καίσαρος ἔτους γ, Φαμενὼθ κθ, ἰνδικτίωνος ια, ἔτους σνδ σκγ. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ Νέᾳ Ἰουστίνου πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Φιλόξενος υἱὸς Ἀπ… μητρὸς Μαρίας, ἀπὸ ἐποικίου Κυαμῶνος τοῦ Ἰουστινουπολίτου νομοῦ, διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός, χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ Φι… υἱὸν …μητρὸς Μαρίας καὶ Φοιβάμμωνα ἀδελφὸν αὐτοῦ ὁρμωμένους καὶ αὐτοὺς ἀπὸ τοῦ αὐτοῦ κτήματος καὶ αὐτοὺς ἐναπογράφους γεωργούς, ἐφʼ ᾧτε αὐτοὺς ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι μετὰ τῆς αὐτῶν ἀποσκευῆς καὶ φιλτάτων καὶ γαμετῶν καὶ κτηνῶν ἀποκρινομένους εἰς ἅπαντα …ἐγγύη γεναμένη παρὰ Φιλοξένου υἱοῦ Ἀπ… ἀπὸ ἐποικίου Κυαμῶνος ἀναδεχομένου Φι… καὶ Φοιβάμμωνα ἀδελφὸν αὐτοῦ …