Ancient Greek
P.Oxy. 70 4794
Documentary Papyri, P.Oxy. 70 4794
Not analysed yet
βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουΐου Τιβερίου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους ε, ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους β, Φαμενὼθ γ, ἰνδικτίωνος ιγ. τοῖς ὑπερφυεστάτοις κληρονόμοις τοῦ ἐν εὐκλεεῖ τῇ μνήμῃ Ἀπίωνος γενομένου πρωτοπατρικίου, γεουχοῦσιν καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου, τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τοῖς ἰδίοις δεσπόταις τοῖς αὐτοῖς πανευφήμοις ἀνδράσιν τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Ἰερημίας ἀπὸ μειζόνων υἱὸς Προκοπίου μητρὸς Εὐδοξίας, ὁρμώμενος ἀπὸ κτήματος Παλώσεως τοῦ Ὀξυρυγχίτου νομοῦ διαφέροντος τῇ ὑμῶν ὑπερφυείᾳ, ἐναπόγραφος αὐτῆς γεωργός. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων Αὐρηλίους Ἰούλιον ἀδελφὸν ἐμοῦ Ἰερημίου καὶ Ἐνὼχ πραγματευτὴν υἱὸν Πατασε ὁρμωμένους καὶ αὐτοὺς ἀπὸ τοῦ αὐτοῦ κτήματος καὶ αὐτοὺς ἐναπογράφους, ὥστε αὐτοὺς ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι καὶ μηδαμῶς αὐτοὺς ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητουμένους πρὸς ἐμὲ παρὰ τῆς ὑμῶν ὑπερφυείας διὰ τῶν αὐτῇ προσηκόντων ἐν οἱᾳδήποτε ἡμέρᾳ, οἱασδηποτοῦν ἕνεκεν προφάσεως, τούτους παραφέρω καὶ παραδώσω δίχα προσφυγῆς τινος ἔνθα αὐτοὺς παρείληφα, ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσω, ὁμολογῶ ὑπεύθυνος εἶναι πᾶσιν τοῖς πρὸς αὐτοὺς ἐπιζητουμένοις ἀποκρίνασθαι, ὑποθέμενος εἰς τὸ δίκαιον ταύτης τῆς ἐγγύης πάντα μου τὰ ὑπάρχοντα καὶ ὑπάρξοντα εἰδικῶς καὶ γενικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἰερημίας ἀπὸ μειζόνων υἱὸς Προκοπίου ὁ προγεγραμμένος πεποίημαι τὴν παροῦσαν ἐγγύην ὡς πρόκειται. Παπνούθιος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. di emu Papnutiu eteliothe ἐγγύη γενομένη παρὰ Ἰερημίου ……ο…ιον…ηθ…