Ancient Greek
P.Oxy. 70 4802
Documentary Papyri, P.Oxy. 70 4802
Not analysed yet
……ιω… μητρὸς Ἴσιδος ὁρμώμενοι ἀπὸ κώμης Ἐπισήμου τοῦ Ὀξυρυγχίτου νομοῦ παγαρχουμένης παρὰ τῆς ὑμῶν ὑπερφυείας. ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοι τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμετέρᾳ ὑπερφυείᾳ Αὐρηλίους Παμούθιον υἱὸν Φοιβάμμωνος μητρὸς Μαρίας ἀπὸ ἐποικίου Σεκούνδου καὶ Χεκουλ υἱὸν Ἀπολλῶ, μητρὸς Ἡραΐδος, ἀπὸ τῆς αὐτῆς κώμης Ἐπισήμου, φύλακας, ἐφ’ ᾧτε αὐτοὺς ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τοῖς αὐτῶν τόποις καὶ μηδαμῶς αὐτοὺς ἀπολιμπάνεσθαι μήτε μὴν μεθίστασθαι εἰς ἕτερον τόπον, ἀλλὰ καὶ ἐπιζητουμένους πρὸς ἡμᾶς παραφέρομεν καὶ παραδώσομεν δίχα λόγου ἔνθα αὐτοὺς καὶ παρειλήφαμεν, ἐν τῇ φυλακῇ τοῦ ἐνδόξου ὑμῶν οἴκου. εἰ δὲ μὴ τοῦτο ποιήσομεν, ὁμολογοῦμεν ὑπεύθυνοι εἶναι πᾶσιν τοῖς πρὸς αὐτοὺς ἐπιζητουμένοις ἀποκρίνασθαι. κυρία ἡ ἐγγύη ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. τὸ κοινὸν τῶν προγεγραμμένων ὀνομάτων στοιχεῖ ἡμῖν αὕτη ἡ ἐγγύη ὡς πρόκειται. Μᾶρκος ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. di emu …u eteliothe ……Παμούθιον καὶ Χεκουλ φύλακας …