Ancient Greek
P.Oxy. 71 4822
Documentary Papyri, P.Oxy. 71 4822
Not analysed yet
Διογένει στρατηγῶι καὶ Διονυσίωι βασιλικῶι γραμματεῖ καὶ Ἀπολλωνίωι τοπάρχηι παρὰ Χεναμοῦτος τῆς Πέτρωνος. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς κζ ἔτος Καίσαρος τὰ ὑπάρχοντά μοι πρόβατα εἴκοσι, γίνεται πρόβατα κ, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας, ἃ νεμήσεται περὶ Πάϊμιν τῆς πρὸς λίβα τοπαρχίας καὶ δι’ ὅλου τοῦ νομοῦ ἐπιμεμιγμένα τοῖς τοῦ ἀνδρός μου Θώνιος τοῦ Πατοίφιος προβάτοις διὰ νομέως Λευκαδίου τοῦ Σωσιβίου, ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος. εὐτύχει. …παρὰ Διογένους στρατηγοῦ ἀναγεγρα πρόβατα εἴκοσι, γίνεται πρόβατα κ. ἔτους κζ Καίσαρος Μεχεὶρ ε. κατεχώρισεν ὁ παρὰ Διονυσίου βασιλικοῦ γραμματέως ἀναγεγρα πρόβατα εἴκοσι ,γίνεται πρόβατα κ. ἔτους κζ Καίσαρος, Μεχεὶρ ε.