Ancient Greek
P.Oxy. 71 4824
Documentary Papyri, P.Oxy. 71 4824
Not analysed yet
Παπίσκῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Στεφάνου τοῦ Σαραπίωνος τοῦ Τρύφωνος μητρὸς Ἑρμιόνης τῆς Καισαρίου τῶν ἀπʼ Ὀξυρύγχων. τῷ ἐνεστῶτι ιγ ἔτει Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος. ἀπεγραψάμην ἐπὶ τοῦ Παγγᾶ Ἰσιείου τῆς ἄνω τοπαρχίας ἃς ἔχω αἶγας καὶ ἀπὸ γονῆς τούτων ἐρίφους τέσσαρας, οἷς προσεγένοντο εἰς τὴν δευτέραν ἀπογραφὴν ἔριφοι δύο. οὓς ἀπογραφόμενος ἐπὶ τῆς αὐτῆς κώμης ὀμνύω Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα μηδὲν ἐψεῦσθαι. Στέφανος Σαραπίωνος τοῦ Τρύφωνος ὀμώμοκατὸν ὅρκον. …νις ἔγραψα ὑπὲρ τοῦ ἀδελφοῦ. ἔτους ιγ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Ἐπεὶφ κγ. ἐν τῷ ἐνεστῶτι