Ancient Greek
P.Oxy. 71 4834
Documentary Papyri, P.Oxy. 71 4834
Not analysed yet
βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουΐου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους γ, Φαῶφι …,ἰνδικτίωνος β, ἐν Ὀξυρύγχων. Φλαουΐῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων ὀρδιναρίων καὶ πατρικίῳ, γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Α…