Ancient Greek
P.Oxy. 72 4869
Documentary Papyri, P.Oxy. 72 4869
Not analysed yet
Σαραπίων γραμματεὺς Ἰουλίου Σαραπίωνος ὑπομνηματογράφου Διογένει σιτολόγῳ ἀπηλιώτου τοπαρχίας Ὤφεως τόπων χαίρειν. διάστειλον ἀφʼ οὗ ἔχεις ἐν θέματι πυροῦ γενήματος τοῦ ἐνεστῶτος ζ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου τοῦ Ἰουλίου Σαραπίωνος Σαραπίωνι Σαραπίωνος μητρὸς Ταυσίριος Σεφω ἀρτάβας ἕξ, Θέωνι Ὀννωφρίου θέμα ἀρτάβας δώδεκα, γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι ιη. ἔτους ἑβδόμου Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Ἐπεὶφ δ, Σεβαστῇ.