Ancient Greek
P.Oxy. 72 4875
Documentary Papyri, P.Oxy. 72 4875
Not analysed yet
Δῖος Ἀκουσιλάου διὰ Ἀκουσιλάου υἱοῦ σιτολόγοις Κερκεθύρεως χαίρειν. διαστείλατε ἀφʼ οὗ ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος τοῦ ἐννεακαιδεκάτου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Συντύχῃ ἀπελευθέρᾳ Σαραπιάδος Διονυσίου Σέρυφις ὀκτὼ τέταρτον χοίνικας ἑπτά, Ἡρακλήῳ τῷ καὶ Ἀπίωνι Ἀπίωνος Σεφω δύο ἥμισυ τέταρτον χοίνικας τρεῖς, γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι ια δ. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Μεσορὴ λ.