Ancient Greek
P.Oxy. 72 4878
Documentary Papyri, P.Oxy. 72 4878
Not analysed yet
Ὧρος Παυσίριος διὰ Ἀμμωνίου φίλου Ἀπολλω καὶ Ἁρπαήσει καὶ μετόχοις σιτολόγοις ἄνω τοπαρχίας Μονίμου τόπων χαίρειν. διαστείλατε ἃς ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος ιθ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου Ψάμμιδι Ψάμμιδος Μερμέρθων ἀρτάβας εἴκοσι τέταρτον, Ἴστρου ἐποικίου ἀρτάβας ἓξ ἥμισυ τέταρτον χοίνικας ἑπτά, γίνονται ἐπὶ τὸ αὐτὸ πυροῦ ἀρτάβαι εἴκοσι ἑπτὰ χοίνικες ἑπτά.