Ancient Greek
P.Oxy. 72 4882
Documentary Papyri, P.Oxy. 72 4882
Not analysed yet
Ἡρακλείδης Ἡρακλείδου σιτολόγῳ ἀπηλιώτου τοπαρχίας Ψώβθεως τόπων χαίρειν. διάστειλον ἃς ἔχεις μου …ἐν θέματι πυροῦ γενήματος τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Διογένει Σαραπίωνος πυροῦ ἀρτάβας εἴκοσι πέντε χοίνικας τρεῖς, Ζωίλῳ Ἡλιοδώρου πυροῦ ἀρτάβας δύο, γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι κζ χοίνικες γ. ἔτους ιϛ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ κ.