Ancient Greek
P.Oxy. 72 4884
Documentary Papyri, P.Oxy. 72 4884
Not analysed yet
Ἀκύτης Ἁροννώφριος διὰ Θέωνος Θέωνος φίλου ἀπὸ Ὀξυρύγχων πόλεως σιτολόγοις ἀπηλιώτου τοπαρχίας Ὤφεως τόπων χαίρειν. διαστείλατε ἀφʼ ὧν ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος κ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κληρονόμοις Θέωνος τοῦ καὶ Γαΐου Πετεύριος διʼ Ἀκύτου Ἀκύτου γεωργοῦ θέμα ἀρτάβας ἑβδομήκοντα δύο καὶ Ταοννώφρει τῇ καὶ Χαιρημονίδι Διονυσίου διʼ αὐτοῦ Ἀκύτου γεωργοῦ θέμα ἀρτάβας ἑβδομήκοντα τέσσαρας, γίνονται ἀρτάβαι οδ, γίνονται ἐπὶ τὸ αὐτὸ ἀρτάβαι ἑκατὸν τεσσαράκοντα ἕξ. ἔτους κα Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Φαῶφι ιζ.