Ancient Greek
P.Oxy. 72 4888
Documentary Papyri, P.Oxy. 72 4888
Not analysed yet
Ἀμμώνιος Πρόκλου διʼ ἐμοῦ Ἀπολλωνίου Ῥούφου φίλου σιτολόγοις λιβὸς τοπαρχίας Σερύφεως τόπων χαίρειν. διαστείλατε ἀφ’ οὗ ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος τοῦ διελθόντος ιε Πεκύσει νεωτέρῳ Παθώθου Ἀθύχεως ἀρτάβας γ καὶ Δημητρίᾳ Ὥρου διὰ Θέωνος Ζωίλου Σενεπτα ἀρτάβην α δ χοίνικας β, γίνονται ἀρτάβαι τέσσαρες τέταρτον χοίνικες δύο, γίνονται ἀρτάβαι δ δ χοίνικες β. ἔτους ιϛ Αὐρηλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Τῦβι κ.