Ancient Greek
P.Oxy. 72 4891
Documentary Papyri, P.Oxy. 72 4891
Not analysed yet
……ι… …ἀρούρας ιγ 𐅸ἀρτάβας ιγ 𐅸καὶ περὶ τὴν αὐτὴν διὰ τῶν ἀπὸ τοῦ Ἡρακλείου πρότερον Δημητρίου Παυσίριος καὶ Παάπιος ἐκ τοῦ Ἑρμολάου ἀνὰ γ 𐅵ἀρούρας κ ἀρτάβας κ καὶ περὶ Νεμερα πρότερον Πασίωνος Ἀχιλλίωνος ἐκ τῆς ἀπὸ νότου καὶ ἀπηλιώτου μερίδος ἀνὰ γ 𐅸ἀρούρας ιθ ἀρτάβας ιθ καὶ περὶ τὴν αὐτὴν πρότερον Λευκίου Λικινιανοῦ Μαρτιαλίου ἐκ τοῦ Ἀλεξάνδρου καὶ νότου καὶ ἀπηλιώτου μερίδος ἀνὰ δ χοίνικας η ἀρούρας κϛ 𐅸ἀρτάβας κϛ 𐅸,τὰς ἐπὶ τὸ αὐτὸ ἀρούρας ρν ἀρτάβας ρν, ἅσπερ κοκκολογήσας ἀπὸ κριθῆς καὶ αἴρης καταθήσω εἰς τὴν γῆν ὑγιῶς καὶ πιστῶς ἐπακολουθούντων τῶν εἰς τοῦτο προκεχειρισμένων καὶ ἐκ νέων ἀποδώσω τὰς ἴσας σὺν τοῖς ἑπομένοις ἅμα τοῖς τῆς γῆς γνησίοις τελέσμασι. καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθύρ Αὐρήλιος Ἡρακλᾶς Νεχθενίβιος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Ἡρακλείδης Ἡρακλείδου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.