Ancient Greek
P.Oxy. 72 4897
Documentary Papyri, P.Oxy. 72 4897
Not analysed yet
μετὰ τὴν ὑπατείαν τοῦ δεσπότου ἡμῶν Οὐαλεντινιανοῦ αἰωνίου Αὐγούστου τὸ δ καὶ Φλαουΐου Νεωτερίου τοῦ λαμπροτάτου, Φαμενὼθ θ. Αὐρήλιος Νίκων Κυρίλλου καταγινόμενος ἐν τῇ Ὀξυρυγχιτῶν πόλει ἀρτοπώλης Φλαουΐῳ Μαρκιανῷ ὀπτίωνι χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ δόκιμον εὔσταθμον νομισμάτιον ἓν κεφαλαίου, ὅπερ ἐπάναγκες ἀποδώσω σοι τῇ εἰκάδι τοῦ ὄντος μηνὸς Φαμενὼθ τοῦ ἐνεστῶτος ἔτους ξζ λϛ ἄνευ τινὸς ὑπερθέσεως καὶ εὑρησιλογίας γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων …κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …ἔσχον ἐν χρήσει ……ι Νίκωνος ἀρτοπώλου …