Ancient Greek
P.Oxy. 72 4904
Documentary Papyri, P.Oxy. 72 4904
Not analysed yet
ὑπατείᾳ τοῦ δεσπότου ἡμῶν Ὁνωρίου τοῦ αἰωνίου Αὐγούστου τὸ ια καὶ Φλαουΐου Κωνσταντίου τοῦ λαμπροτάτου τὸ β, Χοιὰκ ια. Αὐρήλιοι Παρίων Ἡλιοδώρου συστάτης καὶ ἡ τούτου γαμετὴ Ἀμμωνοῦς Σαραπάμμωνος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ …εο Ἰουλίου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου σου εἰς ἰδίαν ἡμῶν καὶ ἀναγκαίαν χρείαν χρυσοῦ ἁπλᾶ δόκιμα εὔσταθμα νομισμάτια τρία, γίνονται νομισμάτια γ κεφαλαίου, ἅπερ ἀκίνδυνα ἀπὸ παντὸς κινδύνου ἐπάναγκες ἀποδώσομεν τῷ …τοῦ εἰσιόντος ἔτους ϙε ξδ …τῆς πράξεως …γραμμάτιον Παρίωνος καὶ τῆς τούτου γαμετῆς Ἀμμωνοῦτος …