Ancient Greek
P.Oxy. 72 4907
Documentary Papyri, P.Oxy. 72 4907
Not analysed yet
ὑπατείας τῶν δεσποτῶν ἡμῶν Ὁνωρίου τὸ ιγ καὶ Θεοδοσίου τὸ ι τῶν αἰωνίων Αὐγούστων, Φαῶφι α, ἰνδικτίωνος ϛ. …ο… …χρυσοῦ νομίσματα κεφαλαίου τρία ἥμισυ, γίνεται χρυσοῦ νομίσματα γ 𐅵,ἅπερ ἐπάναγκες ἀποδώσω σοι τῷ ἐπιόντι μηνὶ Τῦβι τῆς εὐτυχοῦς ἕκτης ἰνδικτίονος ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ οὐκ ἐξέσται μοι ἄλλην προθεσμίαν αἰτήσασθαι τῆς πράξεώς σοι οὔσης καὶ τοῖς παρὰ σοῦ ἔκ τʼ ἐμοῦ καὶ τῶν ὑπαρχόντων μοι πάντων. κύριον τὸ γραμμάτιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάουϊος Ἄρων σιγγουλάριος ὁ προκείμενος συμφωνεῖ μοι πάντα ὡς πρόκειται. …χρυσοῦ νομισμάτων γ 𐅵κεφαλαίου