Ancient Greek
P.Oxy. 72 4913
Documentary Papyri, P.Oxy. 72 4913
Not analysed yet
ὑπατείας τοῦ δεσπότου ἡμῶν Φλαουΐου Λέοντος τοῦ αἰωνίου Αὐγούστου τὸ β, Χοιὰκ κϛ, α ἰνδικτίωνος. Αὐρήλιος υἱὸς ἀπὸ κώμης Ἰσιείου Παγγᾶ τοῦ Ὀξυρυγχίτου νομοῦ Αὐρηλίῳ Σαμβατίῳ υἱῷ Σαμβατίου …τοῦ μεγαλοπρεπεστάτου κόμιτος …ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως χαίρειν. …ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐντεῦθεν τὴν πρὸς ἀλλήλους συμπεφωνημένην καὶ ἀρέσασάν μοι τιμὴν πλήρης σίτου ἀρταβῶν ἑκατὸν καὶ κριθῆς ἀρταβῶν τριάκοντα, γίνονται σίτου ἀρτάβαι ρ καὶ κριθῆς λ, ἅπερ γενήματα νέα καθαρὰ κεκοσκινευμένα …ἐπάναγκες ἀποδώσω ……κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος υἱὸς ὁ προγεγραμμένος ἔσχον τὴν τιμὴν πλήρης σίτου ἀρταβῶν ρ καὶ κριθῆς ἀρταβῶν λ καὶ ἀποδώσω ἐν τῇ προθεσμίᾳ καὶ συμφωνεῖ μοι πάντα τὰ προγεγραμμένα ὡς πρόκειται καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος υἱὸς …υ… ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …