Ancient Greek
P.Oxy. 72 4918
Documentary Papyri, P.Oxy. 72 4918
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουΐου Εὐσεβίου τοῦ λαμπροτάτου τὸ β, Φαμενὼθ κα, ἰνδικτίωνος …ἐν Ὀξυρύγχων πόλει. Αὐρήλιος Πιηοῦς υἱὸς Κημ… μητρὸς Μάρθας ἀπὸ κώμης Σωουν τοῦ Ἄνω Κυνοπολίτου νομοῦ διάγων ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει Αὐρηλίῳ Ἰσὰκ υἱῷ τοῦ τῆς μακαρίας μνήμης Νείλου γενομένου παλατίνου ἀπὸ τῆς μεγαλοπόλεως Ἀλεξανδρείας διαπραγματευομένῳ ἐκ πολλοῦ τοῦ χρόνου ἐνταῦθα τῇ αὐτῇ Ὀξυρυγχιτῶν πόλει χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ τῆς σῆς ἀρετῆς ἐν χρήσει διὰ χειρὸς ἐξ οἴκου αὐτῆς εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτια ἁπλᾶ δεσποτικὰ εὔσταθμα δόκιμα ἀριθμῷ δύο, γίνονται χρυσοῦ νομισμάτια β κεφαλαίου, ἐπὶ τῷ με παρασχεῖν σοι ὑπὲρ διαφόρου αὐτῶν ἄχρι τῆς ἑξῆς δηλουμένης προθεσμίας λινοκαλάμης δέματα …ορ…κε…ον… γραμμάτιον Πηηω ἀπὸ Σωουν νομισμάτων β