Ancient Greek
P.Oxy. 72 4930
Documentary Papyri, P.Oxy. 72 4930
Not analysed yet
…εὐεργέτου Φλαουΐου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους …,,,ἰνδικτίωνος γ. Φλαουΐῳ Σεργίῳ τῷ περιβλέπτῳ κόμετι καὶ διοικητῇ τοῦ ἐνδόξου οἴκου υἱῷ τοῦ τῆς μακαρίας μνήμης Βίκτορος ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως ἐγὼ Βίκτωρ μειζότερος Οὐαλερίου τοῦ μεγαλοπρεπεστάτου πολιτευομένου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ὀφείλειν τῇ ὑμετέρᾳ λαμπρότητι καὶ χρεωστεῖν καθαρῶς καὶ ἀποκρότως χρυσοῦ νομίσματα τέσσερα καὶ κεράτια ἓξ ἕκαστον ἀπὸ κερατίων δεκαοκτὼ Ἀλεξανδρείας. καὶ ταῦτα ὁμολογῶ διδόναι αὐτῇ ἐν τῇ εἰκάδι ἕκτῃ τοῦ Ἁθὺρ μηνὸς τῆς παρούσης τρίτης ἰνδικτίωνος ἀνυπερθέτως. κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Βίκτωρ μειζότερος στοιχεῖ μοι τοῦτο τὸ γραμμάτιον ὡς πρόκειται. Μᾶρκος ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. …eteliothe γραμμάτιον Βίκτορος μειζοτέρου Οὐαλερίου τοῦ μεγαλοπρεπεστάτου πολιτευομένου ἀπὸ τῆς Ὀξυρυγχιτῶν χρυσοῦ Ἀλεξανδρείας νομισματίων δ κερατίων ϛ ἑκάστου ἀπὸ κερατίων ιη