Ancient Greek
P.Oxy. 73 4953
Documentary Papyri, P.Oxy. 73 4953
Not analysed yet
Τιβερίῶι Κλαυδίωι Πασίωνι στρατηγῷ παρὰ Δίου τοῦ Πετεύριος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως γερδίων λαύρας Ποιμενικῆς. διεσείσθην ὑπὸ Ἀμμωνίου γενομένου πράκτορος τῶι ϛ ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἀργυρίου δραχμὰς μ καὶ τῶι ζ ἔτει κατὰ μέρος ἄλλας ἀργυρίου δραχμὰς μ, ἐξ οὗ ἐφέλκομαι διὰ τὸ διάσεισμα τὸ τοῦ ζ ἔτους χειρωνάξιον. διὸ ἀξιῶ διαλαβεῖν ὡς ἐάν σοι δόξηι. εὐτύχει.