Ancient Greek
P.Oxy. 73 4962
Documentary Papyri, P.Oxy. 73 4962
Not analysed yet
Ἀμμῶνις Διοδώρῳ τῶι ἀδελφῷ πλεῖστα χαίρειν. ὁ ἀδελφός σου κατεστάθη κωμογραμματεὺς τῆς Σ…ω. ἐπειδὴ πρώην σε ἀνόκνως ὑπηρετήσαμεν, οἶμαι καὶ νῦν ἀρέσειν τῷ ἀδελφῷ· ὥστε οὖν πρὸ τοῦ περισπασθῶ εἰς ἄλλην πραγματείαν περὶ τούτου μοι δήλωσον. ἐρρῶσθαί σε εὔχομαι. Μεσορὴ ιη. ἀπόδος Διοδώρῳ ἀπὸ Ἀμμωνίου φίλου