Ancient Greek
P.Oxy. 73 4966
Documentary Papyri, P.Oxy. 73 4966
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Οὐαλεντινιανοῦ καὶ Οὐάλεντος αἰωνίων Αὐγούστων τὸ γ, Φαμενὼθ κ. Φλαουΐῳ Ἰσιδώρῳ τῷ λαμπροτάτῳ συγκλητικῷ γεουχοῦντι ἐν τῇ λαμπρᾷ καὶ λαμπροτάτῃ Ὀξυρυγχιτῶν πόλει Αὐρήλιος …χόλιος υἱὸς Ἰουλιανοῦ ἀπὸ λογιστῶν ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ πεπρακέναι καὶ παρακεχωρηκέναι σοι ἐντεῦθεν τὸ κατʼ ἐμὲ καὶ ἐπιβάλλον ὁλόκληρον ἥμισυ μέρος μηχανικῶν ὀργάνων ἐπικειμένων ὑδρεύμασι ἐδάφους Λύκωνος περὶ κώμην Πάειμιν δ πάγου, τιμῆς τῆς συμπεφωνημένης πρὸς ἀλλήλους τοῦ αὐτοῦ κατʼ ἐμὲ ἡμίσους μέρους σίτου ἀρταβῶν δώδεκα, ἀρταβῶν ιβ, ἅσπερ αὐτόθι ἔσχον παρὰ σοῦ ἐκ πλήρους διὰ χειρός. περὶ ἧς ἀριθμήσεως ἐπερωτηθεὶς ὡμολόγησα πρὸς τὸ ἀπὸ τοῦ νῦν κρατεῖν σε καὶ κυριεύειν σὺν ἐκγόνοις καὶ τοῖς παρὰ σοῦ μεταλημψομένοις καὶ ἐξουσίαν σε ἔχειν …