Ancient Greek
P.Oxy. 74 4992
Documentary Papyri, P.Oxy. 74 4992
Not analysed yet
παρὰ Αὐρηλίου Σαρᾶτος Βησᾶτος μητρὸς Ζωϊλοῦτος ἀπ’ Ὀξυρύγχων πόλεως. ὁ υἱός μου Βησᾶς μητρὸς Σιντοτοῆτος ἐπικαλουμένης Εὐδαιμονίδος προσβὰς εἰς τεσσαρεσκαιδεκαετεῖς τῷ ἐνεστῶτι γ ἐτελεύτησεν τῷ αὐτῷ γ . διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν ἀναγραφῆναι αὐτὸν ἐν τῇ τῶν τετελευτηκότων τάξει ὡς καθήκει καὶ ὀμνύω τὴν Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. Αὐρήλιος Σαρᾶς Βησᾶτος ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον.