Ancient Greek
P.Oxy. 75 5052
Documentary Papyri, P.Oxy. 75 5052
Not analysed yet
…νις Χαιρήμονος …χου μητρὸς Ταυσίριος τῆς Ἡρακλᾶτος τῶν ἀπ’ Ὀξυρύγχων πόλεως Πέρσης τῆς ἐπιγονῆς Θαμουνίῳ Ἁρβίχιος τοῦ καὶ Ἱέρακος τοῦ Ἀλεξάνδρου μετὰ κυρίου τοῦ ἑαυτῆς ὁμογνησίου ἀδελφοῦ Διογένους χαίρειν. ὁμολογῶ ἀποδώσειν τῇ θυγατρί σου Θερμούθει Θώνιος ἐν ἔτεσι δυσὶ ἀπὸ μηνὸς Σεβαστοῦ τοῦ εἰσιόντος ἑβδόμου ἔτους Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς τεσσαράκοντα, αἵ εἰσιν τὸ ἐπιβάλλον τῇ Θερμούθει ἥμισυ μέρος ἀργυρίου δραχμῶν ὀγδοήκοντα ὧν ὀφείλω τῷ μετηλλαχότι αὐτῆς πατρὶ Θώνει Ἡρακλᾶτος κατὰ χειρόγραφον καὶ διαγραφὴν τραπέζης, καὶ τόκου τούτων τοῦ προκειμένου χρόνου ἄλλας ἀργυρίου δραχμὰς δεκαδύο καὶ ἃς ἄλλας ὀφείλω αὐτῇ ἀγράφως ἀργυρίου δραχμὰς δέκα, ὥστ’ εἶναι ἐπὶ τὸ αὐτὸ ἀργυρίου δραχμὰς ἑξήκοντα δύο χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῶ καθʼ ἃ γέγραπται ἐκτίσω …μεθ’ ἡμιολίας καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνον τὸν καθήκοντα, τῆς πράξεώς σοι οὔσης καὶ τῇ Θερμουθίῳ ἐκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· περὶ δὲ τῶν προκειμένων …προσπεφώνηκα …τραπεζίταις τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου τραπέζης. κυρία ἡ χεὶρ πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους ϛ …σεβ…