Ancient Greek
P.Oxy. 75 5055
Documentary Papyri, P.Oxy. 75 5055
Not analysed yet
Σαραπάμμων Ἀχιλλεῖ καὶ Σεουήρωι τοῖς τιμιωτάτοις χαίρειν. πρὸ τῶν ὅλων εὔχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τοῖς πατρῴοις θεοῖς. παρακαλῶ, κύριοί μου, ἐπειδὴ εἴπαμεν τὸ πρᾶγμα ἑαυτῶν ἐπὶ τοῦ ἐπιστρατήγου χάριν τῆς οἰκίας τοῦ ζωγράφου ἐπὶ τῆς ιδ τοῦ Φαῶφι τοῦ ὄντος β ἔτους καὶ οὐ κατέφθημεν λαβεῖν τὸ ὑπόμνημα, δέομαι ὑμῶν ἀναγκαίως ἐκλαβεῖν μοι αὐτό. ἐστὶν δὲ τὰ ὀνόματα Ζωὶς Ζωίλου καὶ Θαῆσις Ζηναρίου καὶ Τιβέριος Κλαύδιος …Ἀχιλλεῖ ῥήτορι καὶ Σεουήρωι …