Ancient Greek
P.Oxy. 75 5063
Documentary Papyri, P.Oxy. 75 5063
Not analysed yet
……ο…σ… πρὸς δραχμὰς σμ τῆς ἀρτάβης α. ἔπεμψα ὑμῖν διὰ Κορνηλίου καμηλάτου Ἀμμωνᾶτι υἱοῦ ξενικοῦ οἴνου σπαθία ἕξ. καθὼς εἶπόν σοι περὶ τοῦ κηπευτοῦ “ἔχει φασήλιον” καὶ εἶπές μοι ὅτι “πέμπω Ἡρᾶν παραδοῦναί σοι αὐτό”, ἰδοὺ οὐκ ἦλθεν. ἀμμή, γράψον αὐτῷ ἵνα δοθῇ μοι αὐτό. ἐκκρούσω σοι ὑπὲρ φόρου σίτου ἀρτάβας ε. ποσάκις ἔγραψα ὑμῖν ὅτι πέμψον μοι τὰ σιδήρια καὶ οὐκ ἐπέμψατε· κἂν νῦν ἐν τάχει ἀπόστειλόν μοι αὐτά, ὅτι χρείαν αὐτῶν ἔχω, καὶ χαρτάρια κολλημάτων εἴκοσι. ἐρρῶσθαί σε εὔχομαι. …ηρ μου …καὶ κριθῆς ἀρτάβας ε εἰς Χωλίωνα ἀπόδος Δημητρίᾳ παρὰ Κάστορος