Ancient Greek
P.Oxy. 76 5100
Documentary Papyri, P.Oxy. 76 5100
Not analysed yet
Ὑμέναιος Διονυσίωι τῶι τιμιωτάτωι χαίρειν. τὸ ἐπιστόλιον οὖν ὃ διεπεμψάμην σοι ἑσπέρας διὰ τοῦ Αἰθίοπός σου ὥστε Θέωνι τῷ στρατηγῷ τοῦ Προσωπίτου δοῦναι, καλῶς ποιήσεις δοὺς Κέρδωνι τῷ παρ’ ἡμῶν, ἐπεὶ ἀναγκαῖόν ἐστι καὶ μέλλει αὐτὸς πεζεύειν. ἐρρῶσθαί σε εὔχομαι τιμιώτατε. καὶ εὐθέως αὐτῷ δὸς τὸ ἐπιστόλιον. ἔρρωσο. Παχὼν κγ.