Ancient Greek
P.Oxy. 77 5109
Documentary Papyri, P.Oxy. 77 5109
Not analysed yet
…Ζωίλος Ἀφύγχιος καὶ Πάσις Διογένους καὶ Ψόις Ἁρψοιφιος ἀμφότεροι ἀπὸ Μουχιναρωου τῆς Θμοισεφω τοπαρχίας οἱ τρεῖς Πέρσαι τῆς ἐπιγονῆς Ὡρίωνι Καλλινίκου Σωσικοσμίῳ τῷ καὶ Ἀλθαιεῖ χαίρειν. ὁμολογοῦμεν ἐσχηκέναι καὶ παραμεμετρῆσθαι παρὰ σοῦ κριθῆς ἀρτάβας ἐννέα, γείνονται κεφαλαίου κριθῆς ἀρτάβαι ἐννέα, ὧν ταξόμεθά σοι διάφορον ἐκ τρίτου ἀρτάβας τρεῖς, γείνονται κεφαλαίου σὺν διαφόρῳ ἀρτάβαι δεκαδύο, ἃς καὶ ἀποδώσομέν σοι ἀνυπερθέτως καὶ ἄνευ εὑρησιλογίας τῷ Παυνι μηνὶ τοῦ ἐνεστῶτος δευτέρου ἔτους Αὐρηλίων Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν ἐφ’ ἅλῳ τῆς αὐτῆς Μουχιναρωου, καὶ ἀποκαταστήσομέν σοι εἰς Σενετα ὡς καὶ παραμεμέτρηται κριθὴν νέαν καθαρὰν ἄδολον ἄβωλον κεκοσκινευμένην καὶ καλῶς πεπατημένην χωρὶς αἴρης καὶ ἀθέρος μέτρῳ τετραχοινίκῳ Ὥρου Ἀφύγχιος ἀπὸ τῆς αὐτῆς Μουχιναρωου, τῶν παρὰ τοῦ προγεγραμμένου Ὡρίωνος ἑαυτοῖς μετρούντων. ἐὰν δὲ μὴ ἀποδῶμεν καθὰ γέγραπται, ἐκτείσομεν σοι τὸ μὲν προκείμενον κεφάλαιον σὺν τοῖς ἀχθησομένοις διαφόροις μεθ’ ἡμιολίας, καὶ ἡ πρᾶξίς σοι ἔστω ἔκ τε ἡμῶν καὶ ἐκ τῶν ὑπαρχόντων ἡμῖν πάντων ὄντων ἀλληλεγγύων εἰς ἔκτισιν καὶ ἐξ οὗ ἑνὸς ἡμῶν αἱρῇται. κύριον τὸ χειρόγραφον δισσὸν γραφὲν ὁμότυπον πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ …θ Ζωίλος Ἀφύγχιος ἔσχον σὺν τοῖς ἄλλοις κριθῆς ἀρτάβας ἐννέα καὶ ἀποδώσομέν σοι σὺν διαφόρῳ ἀρταβῶν τριῶν, γείνονται ἀρτάβαι δεκαδύο, ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Δίδυμος ὁ καὶ Ζωίλος Διδύμου ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα. Πάσις Διογένους καὶ Ψόις Ἁρψόιτος συνέσχομεν καὶ συναποδώσομεν ὡς πρόκειται. Ἡρακλῆς Ἀχιλλέως ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα. χρόνος ὁ αὐτός.