Ancient Greek
P.Oxy. 77 5116
Documentary Papyri, P.Oxy. 77 5116
Not analysed yet
…τελείοις, ἐὰν δὲ ἀφήλικες ὦσι τοῖς νομίμοις αὐτῶν ἐπιτρόποις, ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται ὡς καθήκει. ἔτους ε τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν, Φαρμουθι κα. τούτου ὄντος ἀξιοῦμεν τὴν μετάδοσιν γενέσθαι τῇ Αὐρηλίᾳ Ἰσιδώρᾳ τῇ καὶ Τσεναρτεμα ἐνώπιον ὡς καθήκει. ἔτους ε Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Σαλωνίνου Οὐαλεριανοῦ τοῦ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν, Παυνι. Αὐρήλιος Σαραπίων ὁ καὶ Παυσανίας ἐπιδέδωκα. Αὐρήλιος Δίδυμος συνεπιδέδωκα. Αὐρηλία Ἰσιδώρα ἡ καὶ Τσεναρτεμα δι’ ἐμοῦ τοῦ ἀνδρὸς Αὐρηλίου ῾Ηρακλείδου ἔσχον τούτου τὸ ἴσον. ἔτους ϛ ,Μεχειρ ιθ. Αὐρήλιος Ἀμμώνιος ὑπηρέτης μετέδωκα τῇ Αὐρηλίᾳ Ἰσιδώρᾳ τῇ καὶ Τσεναρτεμα διὰ τοῦ ἀνδρὸς Αὐρηλίου ῾Ηρακλείδου τὸ ὑπόμνημα ὡς καθήκει. ἔτους ϛ, Μεχειρ ιθ. …προκειμένοις