Ancient Greek
P.Oxy. 77 5124
Documentary Papyri, P.Oxy. 77 5124
Not analysed yet
…Φαμενωθ κδ, ἰνδικτίονος …Θεοδώρα παιδίσκη Παύλου τοῦ ἐνδοξοτάτου ἰλλουστρίου θυγάτηρ Ἀμαντίου μητρὸς Ἀντι…ης ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως σοὶ Μαριαμ καὶ αὐτῇ παιδίσκῃ θυγατρὶ Ἀπολλῶ ἀπὸ τῆς αὐτῆς πόλεως, χαίρειν. ὁμολογῶ ἐσχηκέναι παρὰ σοῦ ἐν χρήσει εἰς ἀναγκαίας μου χρείας χρυσοῦ νομισματίου τρίτον ἰδιωτικῷ ζυγῷ νομιτευόμενον, γίνεται χρυσοῦ νομισματίου τρίτον ἰδιωτικῷ ζυγῷ, καὶ τοῦτο ὁμολογῶ παρασχεῖν σοι ὁπηνίκα ἂν ἀπολαβεῖν βουληθείης ἀνυπερθέτως καὶ λόγῳ τόκου αὐτοῦ κατὰ μῆνα ἕκαστον κερατίου τὸ τέταρτον ζυγῷ Ἀλεξανδρείας. κύριον τὸ γραμμάτιον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεῖσα ὡμολόγησα. Θεοδώρα ἡ προγεγραμμένη στοιχεῖ μοι ὡς πρόκειται. Ἀναστάσιος ἔγραψα ὑπὲρ αὐτῆς ἀγραμμάτου οὔσης. di emu Anastasiu eteliothh γραμμάτιον Θεοδώρας παιδίσκης θυγατρὸς Ἀμαντίου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως χρυσοῦ νομισματίου τρίτου, ἰδιωτικῷ ζυγῷ.