Ancient Greek
P.Oxy. 78 5164
Documentary Papyri, P.Oxy. 78 5164
Not analysed yet
Ἀσκληπιάδης ὃς καὶ Ἀπίων ὁ πατὴρ Πτολεμαίου τοῦ ἐπὶ τῶν ἱερῶν τοῦ Ὀξυρυγχίτου καὶ Κυνοπολίτου Πατοίφει ἐλαιουργῶι χαίρειν. ἀπέχω παρὰ σοῦ τοὺς ἐπιβάλλοντάς σοι τοῦ τετάρτου ἔτους Καίσαρος ἐλαίου κνηκίνου μετρητὰς δύο, γίνονται ἐλαίου κνηκίνου μετρηταὶ β, καὶ οὐδέν σοι περὶ τούτων ἐγκαλῶ. ἔτους …Καίσαρος, Με ε.