Ancient Greek
P.Oxy. 78 5173
Documentary Papyri, P.Oxy. 78 5173
Not analysed yet
Ἀντεῖς Τιτᾶνος Πέρσης τῆς ἐπιγονῆς Ζωΐλωι Θέωνος χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου διὰ τῆς Ἱέρακος τοῦ Πτολεμαίου τραπέζης ἀργυρίου Σεβαστοῦ καὶ Πτολεμαϊκοῦ νομίσματος δραχμὰς ἑκατόν, γίνονται ἀργυρίου δραχμαὶ ρ κεφαλαίου, αἷς οὐδὲν τῶι καθόλου προσῆκται, ἃς καὶ ἀποδώσω σοι τῆι δεκάτηι τοῦ Μεχειρ τοῦ ἐνεστῶτος δωδεκάτου ἔτους Τιβερίου Καίσαρος Σεβαστοῦ χωρὶς πάσης ὑπερθέσεως …Ἑρμαίου …