Ancient Greek
P.Oxy. 74 4985
Documentary Papyri, P.Oxy. 78 5176
Not analysed yet
Ἡρακλείδης καὶ Ἀμμώνιος τῶι ἀγορανόμωι χαίρειν. κατάγραψον ὠνὴν Διοκλεῖ Πτολεμαίου τοῦ ἐπιβάλλοντος τῶι διατιθεμένωι μέρους οἰκίας καὶ αὐλῆς καὶ τῆς εἰς ταύτας εἰσόδου καὶ ἐξόδου καὶ τῶν συγκυρόντων κοινῶν καὶ ἀδιαιρέτων πρὸς τούς τε αὐτοῦ ἀδελφοὺς κατὰ πατέρα καὶ καὶ τοὺς …ε α…εντω…χω ……ὀγδόῃ καὶ εἰκάδι κη. Ἡρακλείδης χρημάτισον. ἔτους ιβ Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, Παυνι κη Πολέμων καὶ οἱ μέτοχοι τῶι ἀγορανόμωι χαίρειν. τῇ κθ Σεβαστῆι τοῦ Παυνι τοῦ ἐνεστῶτος ἔτους καθ’ ἣν ἔχει διαγραφὴν χαλκοῦ πρὸς ἀργύριον τάλαντα δύο χιλίας πεντακοσίας, γίνονται χαλκοῦ πρὸς ἀργύριον τάλαντα β Αφ. ἔρρωσο.