Ancient Greek
P.Oxy. 78 5179
Documentary Papyri, P.Oxy. 78 5179
Not analysed yet
Ἀττίωι. Ἡλιόδωρος ὁ φίλος παρακαλεῖ σε διαπέμψασθαι αὐτῷ τὰ ἐπιμήνια ἑαυτοῦ, ἐπεὶ μὴ τῷ πενθερῷ αὐτοῦ διεπέμψω. εἰ οὖν ὡς γράφει μήπω τῷ πενθερῷ αὐτοῦ ἀπεστάλη, εὐθέως τῷ Ἡλιοδώρῳ πέμψον αὐτὰ εἰς Ἀλεξάνδρειαν. ἐὰν δὲ τοῖς ἡμετέροις ἀποκατασταθῇ, ἐκεῖνοι αὐτὰ ἀποδώσουσι. ἔρρωσο. Ἀττίωι γραμματεῖ ἑκατοστῆς καὶ πεντηκοστῆς Πτολεμαΐδος Ὅρμου