Ancient Greek
P.Oxy. 78 5182
Documentary Papyri, P.Oxy. 78 5182
Not analysed yet
κυρίῳ μου …Χένθωνις Πετοσίρει χαίρειν πρὸ μὲν πάντων εὔχομαι τῷ κυρίῳ θεῷ ἀπολαβεῖν σε μετὰ ὑγιείας καὶ ὁλοκληρίας σὺν τοῖς παιδίοις σου. θέλω σε δὲ γνῶναι ἅ πέπονθα ὑπὸ τοῦ πατρός σου μετὰ τῶν παιδίων σου ἕνεκεν τῶν δύο ἀρουρῶν· ἐνέγκας πρὸ θυρῶν τὸν κομ…στην μετὰ τῶν φρουρῶν τοῦ ἐξάκτορος καὶ ἀπῄτησεν ἡμᾶς τοὺς φόρους καὶ ἀπῃτήθημεν μετὰ ὕβρεων ἑξήκοντα πέντε τάλαντα ὑπὲρ τῶν κανονικῶν εἰδῶν. ἐστάθη μοι γὰρ ὁ πατήρ σου καὶ Σαραπίων ὁ ἀδελφός σου ὅτι σύ ὑπὲρ αὐτοῦ δίδεις τὰ πάντα ἐκ πλήρους, ἐπειδὴ …ιει ἡ ἔχουσα τὰ πάντα τοῦ ἀδελφοῦ ἡμῶν. ἀσπάζεταί σε Σαραπο… πάντες κατ’ ὄνομα …ιν σε τὰ παιδία σου …σύμβιος. ἀπόδος Πετοσίρει παρὰ Θέωνος υἱοῦ